Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ἐξῆς ἐπιλέγει ‘καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης, γενεάς γενεῶν, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἴως οὑ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.”

καὶ μετὰ βραχέα φησὶν “ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημἐνον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα [*](17 Ps. 71, 1.)

v.3.p.478
αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.”

Ἐπειδὴ γέγραπται εἰς Σολομῶνα ὁ Ψαλμὸς, ὁ πρῶτος τοῦ Ψαλμοῦ στίχος εἰς αὐτὸν ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοὰμ, ὃς μετ’ αὐτὸν ἐβασίλευσε τοῦ Ἰσραὴλ, ἀλλὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον τὸν Χριστὸν τοῦ θεοῦ.

ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα, οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνα- τὸν τὰ ἐν τῷ Ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι’ ὅλου τοὐ Ψαλμοῦ; οἷον τὸ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.” καὶ τὸ “συμπαραμενεῖ τῷ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν,” καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται.

διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ λόγος “ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός,” ἐπ’ αὐ- τὸν ἐκεῖνον Σολομῶνα· ὁ ἐπιλέγων δὲ “καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, ” ἐπὶ τὸν Σολομῶνος υἱὸν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον (οὐδ’ ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσι μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ,) ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τῶν Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβὶδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα.

οὗτος δ’ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας

v.3.p.479
θρόνος συμπαραμενεῖ τῷ ἡλίῳ. καὶ οὗτός γε, ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων, πρὸ τῆς σελήνης καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέ τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν· εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη παραμένουσα μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.

ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ’ οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας.

παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθε καθ’ ὅλης τῆς οἰκουμένης. Λιβάνου δὲ ἐπινοουμένης τῆς Ἰερουσαλὴμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον, τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ καρπὸς ἡ ἐξ ἐθνῶν ἐκκλησία ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι θεσπίζεται.

ἐπὶ σχολῆς δ’ ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν Ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἂν, ἀλλὰ οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ’ αὐτὸν βασιλέων ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλέον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ’ ἐφ’ ἑτέρας ἢ μόνης τῆς Ἰου- δαίας γῆς.

v.3.p.480
  • Ἀπὸ τοῦ Ἠσαίου.
  • “Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπὶ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς.

    καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευρὰς αὑτοῦ, καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλίς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. ”

    Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ Δαβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος Δαβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομῶνος, τὸν αὐτὸν τρόπον κἀνταῦθα, πλείστοις ἔτεσιν ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον, ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς, ἐκ ῥίζης Ἰεσσαὶ, δῆλον δ’ ὅτι καὶ ἐκ τῆς τοῦ Δαβὶδ, προελεύσεσθαί τις θεσπίζεται.