Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχε προφητεία “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά. ἰδοὺ, φησὶν, ἠκούσαμεν αὐτήν,” δῆλον δ’ ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοὐ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ’ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ, ὡς ἐν σκηνώματι, ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσε; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς [*](24 Gen. 35, 19. 48, 7.)
ἐδείχθη τοιγαροῦν τῷ Δαβὶδ εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος, διόπερ εἰπὼν ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά” ἐπιφέρει λέγων προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἶ πόδες αὐτοῦ.”
σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθὰ, ἥτις ἐστὶν ἡ Βηθλεὲμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἐκ σοῦ μοι ἐξελτύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,” ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηφλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον.
οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης, οὐδ’ ἕτερός τις τῶν παρ’ Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ, ὁμοῦ καὶ ἐκ σπέρματος Δαβὶδ καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται.
ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι τε σαφῶς ἐν τοῖς ἐξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων
ποῦ δέ φησιν ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβὶδ ὁ Χριστὸς τὸ κατὰ σάρκα οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος.
εἴη δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτὸς, τὸ ἀνφρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.
ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακὼβ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν τυγχάνοντα αἰῶνος ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηφήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας άνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἀπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.
ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ οἶκος ἄρτου, φερώνυμος οὔσα τοῦ προελφοντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν ὄντος θεοῦ λόγου, ψυχῶν λογικῶν θρεπτικοῦ. ὃ καὶ παρίστησιν αὐτὸς λέγων "ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.”
ἀλλ’ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρὶς, εἰκότως καὶ ὁ κατὰ σάρκα γενόμενος υἱὸς Δαβὶδ τὴν [*](28 Jo. 6, 41.)
ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται, καὶ πάλιν Ναζωραῖος κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα Ἑβραικὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ. ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ 5 σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος.
ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως “καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὑτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ.” τὸ μὲν Ἑβραϊκὸν “ὅτι ναζὲρ ἔλαιον περιέχει ὁ δὲ Ἀκύλας ὅτι ἀφορισμα, ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ δὲ Σύμμαχος “ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ Θεοδοτίων “ὅτι ναζὲρ ἔλαιον τὸ χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ.”