Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι’ ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ ἡγούμενος ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνή- [*](20 Ps. 72, 7.)

v.3.p.466
θως τής ιεράς γραφής τον αληθή 'ΐσραήλ κατά διά- νοιαν πάντα τον διορατικόν καϊ άρεστώς θεώ βιούντα έπονομαξούσης, ως έμπαλιν τ ους έκ περιτομής οπόθ' άμαρτάνοιεν, Χαναναίους καϊ σπέρμα Χαναάν καϊ ουκ 'Ιονδα, άρχοντάς τε Σοδόμων καϊ λαόν Γομόρ- ρας, έμφερώς αυτών τοΐς τρόποις άπο καλούσης.

άλλως δε προς λέξιν ή πάσα του σωτήρος ημών δια- τριβή παρά τω 'ΐουδαίων έθνει γέγονε, και πολλών γε τού'ΐσραήλ ήγήσατο, όσοι δή έγνωσαν αυτόν καϊ εις αυτόν πεπιστεύκασι τών έκ περιτομής.

Καὶ τὸ μ\ν τής έκτεθείσης προρρήσεως τοι- αύτην εί'ληφε τήν έκβασιν' τά δϊ εξής άφ' ετέρας άναγνωστέον αρχής, ούτως έχοντα” “Ασσύριος όταν έπέλθη έπϊ τήν γην υμών, καϊ όταν έπιβή έπΐ τήν χώραν υμών, καϊ έπεγερθήσονται έπ' αυτόν επτά ποιμένες, καϊ οκτώ δήγματα ανθρώπων, καϊ τά τού- τοις ακόλουθα, ά καϊ οποίας έχεται διανοίας ου τού παρόντος τυγχάνει διηγήσασθαι καιρού.

εΐποι δ* αν τις μετά τήν 'Ασσυρίων εις τήν 'ΐουδαίαν έπι- δημίαν, καθ' ην ειλον τό 'Ιουδαίων έθνος, τοσαύτας έπαναστάσεις κατ' αυτών γεγονέναι, δ σαι δηλού νται διά τών επτά ποιμένων καϊ δια τών οκτώ δηγμάτων' ταύτα δύνασθαι είδέναι τους τά 'Λσσυρίων Ιστο- ρηκότας, ων έπϊ τέλει τον έκ τής Βηθλεέμ προφη- τευόμενον γεγονέναι, μετά τους επτά δηλαδή ποιμένας και τά οκτώ δήγματα τοΐς 'Λσσυρίοις συμβάντα έν ύστέροις χρόνοις τής εις τήν 'ΐουδαίαν αυτών έφόδου. ταύτα πλείστης έρεύνης δεόμενα ου νύν πολυ- πραγμονεΐν καιρός.

v.3.p.467
  • Ἀπὸ ψαλμοῦ ρλα'.
  • " Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ · εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου ’ εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.”

    εἶθ’ ἑξῆς ἐπιλέγει 'ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.’

    καὶ ἐπιφέρει τούτοις λέγων “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῇμου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”

    Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δὲ οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θ·εοῦ μαφεῖν, εἶτ’ εὐξάμενος παιδεύεται.

    ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος “ ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου,” καὶ αὖθις “ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,” εἰκότως [*](2 Ps. 131, 1)

    v.3.p.468
    προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ’ ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσι τῷ θεῷ μὴ πρότερον εἰσελεύσεσθαι εἰς σκήνωμα οἴκου αὑτοῦ, μηδὲ δώσειν τοῖς ὀφθαλμοῖς αὑτοῦ ὕπνον καὶ τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, μηδὲ ἀναβήσεσθαι ἐπὶ κλίνης στρωμνῆς αὑτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἴστ’ ἂν εὕρῃ τόπον τῷ κυρέῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακὼβ, τοῦτ’ ἔστιν, ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ.

    εὐξάμενος δὲ καὶ τοιαυτα γνῶναι ποθήσας οὐκ εἰς μακρὸν τῷ θείῳ παευματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοὐ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι.

    ἐπακουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηφλεὲμ ἐπιφωνοῦντος αὐτῶ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὑτοῦ ἐπακούσας ἐπιλέγει “ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά.

    Ἐφραθὰ δὲ ἡ αὐτή ἐστι τῇ Βηθλεὲμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἰπποδρόμῳ Ἐφραθὰ, αὕτη ἐστὶ Βηθλεέμ.”