Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς άνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρακέναι αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.
οὗτος δ’ ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ Ψαλμῷ δεδηλωμένος, κατὰ τὸ ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐφ’ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”