Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων ‟εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. ἕξ πτέρυγες τῷ ἐνὶ. καὶ ἕξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
καὶ ἑξῆς ἐπιλέγει ‘καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπε πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ [*](4 Io. 1, 1. 11 Es.6, 1.)