Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἀντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται ὡς πῦρ ἥξειν, εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ἅρματα δὲ αὐτοῦ τὰς δορυφορούσας αὐτὸν ἱεροὺς ἀγγέλους καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἂν, περὶ ὡν εἴρηται ‟καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην.

λέγοιτο δ’ ἂν καὶ ἄλλως πρὸς λέξιν πῦρ καὶ ἅρματα καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ’ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ’ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.