Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ βραχίονι θεοῦ ῥυσθέντα τῆς ὑπ’ Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ θεοῦ τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. τὴν δὲ σωτηρίαν, ἥν φησιν ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς, καὶ ἣν ἀνώτερον ἐδήλου λέγων ‟ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου” ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.
‟Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καται- [*](29 Es. 66, 15.)
v.3.p.413
γὶς τὰ ἄρματα αὐτοῦ. καὶ ἑξῆς ‟εἶπε κύριος, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαπο·στελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα, οὐδ’ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν.”