Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων παραστήσομεν. ἐν δὴ οὖν τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ ‘καὶ ἡ τιμὴ τοῦ Καρμήλου” ὁ μὲν Ἀκύλας φησὶ ̔διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σάρων, αὐτοὶ ὄψονται δόξαν κυρίου·’

ὁ δὲ Σύμμαχος Σύμμαχος ‟ εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου·” καὶ ὁ Θεοδοτίων δὲ ‘‘ὡραιότης, φησὶ, τοῦ Καρμήλου καὶ τοῦ Σάρων, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου.” δι’ ὦν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ, οὐδὲ τὴν Ἰουδαίαν, ἀλλὰ τὴν τῶν ἐθνῶν χώραν καταξιωθήσεσθαι ἕσθαι τῆς ἐνθέου γνώσεως. ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος

v.3.p.408
Σάρων τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν.

ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα καὶ λίθους καὶ τὴν λοιπὴν ἄψυχον ὕλην δαίμονάς τε περιγείους καὶ πνεύματα πονηρὰ ἀντὶ τοῦ θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν ἴ’ βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.

  • Ἀπὸ τοῦ αὐτοῦ.
  • ‟Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν.·’ καὶ ἐπιφέρει λέγων ‟καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτου.

    Ἔχεις κἀνταῦθα κύριον τὸν ἀποστελλόμενον καὶ τὸν ἀποστέλλοντα, δηλαδὴ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων, συνήθως δὶς κύριον ὀνομαζόμενον.

  • Ἀπὸ τοῦ αὐτοῦ.