Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα παρακαλέσατε οἶ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει, καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν γῆν πηγὴ ὕδατος ἔσται.”

Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ [*](11 Es. 35, 1.)

v.3.p.407
τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ’ οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἶ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν.

τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν ἰάσεις ἀπελάμβανον, ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ’ αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτρυίαν;

ἔρημον δὲ ἐν τούτοις ὁ λόγος αἰνίττεται τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, ἣν πάλαι θεοῦ ἔρημον οὐσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται, καὶ ταῦτα δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι τὴν δόξαν τοῦ Λιβάνου.