Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
λεγέτωσαν δῆτα Ἑβραίων παῖδες πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἷς γὰρ ὁ ἐπὶ πάντων θεός· καὶ πῶς ἐπὶ πάχους ἐλαφροῦ οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς.
ἑρμηνευέτωσαν δὲ καὶ τὸ πάχος ἐλαφρὸν, φρὸν, τί ποτὲ ἄρα ἐστὶ, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ.