Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν·” καὶ τὰ τούτοις ἐξῆς.
καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, ἥξειν εἰς Αἴγυπτον ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς, οὐδ’ ἀοράτως, οὐδ’ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ’ ἐπὶ νεφέλης κούφης ὀχούμενον, μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν.