Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραὰμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν”
Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ, ἐφ’ ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρὰς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτὸς ὁ ὕψιστος μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθεὶς ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται,.
ἡμῖν δὲ τίσιν; ἦ
κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἀπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησε ‘‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”