Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Θεοῦ εἰς ἀνθρώπους ἀφίξεως δήλωσις καὶ ἐπὶ ταύτῃ κλῆσις ἐθνῶν.
‟Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.”
Ἡγοῦμαι διὰ τούτων ἄντικρυς θεοῦ κάθοδον οὐρανόθεν παρίστασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανοὺς καὶ κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν ‟ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ αὑτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.’‘καὶ τὸ ‟ἐπέβη δὲ ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη” αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος. ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ ‟ ἐπετάσθη πτερύγων ἀνέμων.’
τὸ δὲ σκότος τεθεῖσθαι τὴν ἀποκρυφὴν αὐτοῦ καὶ γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ’ ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. κύκλῳ δὲ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς ;
ἑξῆς δὲ κατὰ τὸν αὐτὸν Ψαλμὸν τελευτῶν ὁ λόγος ὁμοῦ τὴν παραίτησιν τοῦ προτέρου λαοῦ καὶ [*](4 Ps. 17, 9. 14 Phil. 2, 6.)
Ταῦτα δὲ ὁποίας διανοίας ἔχεται κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται.