Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὅ γε μὴν πνευματοφόρος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ’ οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ’ αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. ἡμέρας δὴ οὖν τοῦ κυρίου, ὥσπερ οὑν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτὸς, οἶα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν, τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ ‘τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους,” τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται [*](28 Es. 42, 6.)
τοιοῦτον γάρ ἐστι τὸ ‘‘ἰδοὺ ἡμέραι ἐρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.”
μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν, καὶ τὴν μετ’ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, ἐπιλέγει ἐξῆς ἀγαθὰ τοῖς πᾶσι θεσπίζων “καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γὴν.” καὶ πάλιν “ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ὲν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.
ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειε τῆς προρρήσεως τὸ ἀποτέλεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν, ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι.
τότε μὲν οὖν εἰκὸς τὸ ἥμισυ τῆς πόλεως ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία· μετ’ οὐ πολὺν δὲ χρόνον, κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λοιπὸν τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον.