Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω [*](14 Jer. 3, 4. 16 Es. 50, 1. 18 Os. 2, 2. 27 Zach. 14, 1.)
καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν, καὶ σχισθήσεται τὸ ὅρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὅρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον 2 καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται ἔται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. καὶ παρέσται κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φᾶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.
καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα, καὶ οὐχὶ νὺξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”
Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς
ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦνται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα, καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία, καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν, τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις.