Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας ‟ἰδοὺ ἡμέραι φησὶν) ἔρχονται τοῦ κυρίου, καὶ ἔσται τάδε.” τίνα δὴ ταῦτα ἀλλ’ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, κατὰ τὸ παρέσται κύριος,” καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν,” ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διει- [*](10 Mic. 4, 2.)

v.3.p.399
λήφαμεν ;

πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος ‘καὶ τὸ ὄνομα αὐτοῦ ἔν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.’ καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.

  • Ἀπὸ τοῦ Βαρούχ.