Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ αὖθις ‟εἴ τις διψὰ, ἐρχέσθω πρός με, καὶ πινέτω.” μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα) ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ ‟ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα.”
οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ, οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ ‟ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πάσαν τὴν γῆν.” ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι’ ὧν ἐλέγετο ‟ ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε.’ ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται.