Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ c πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον, καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος.

οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες, ἐπὶ γραφῆς ἀνακείμενοι, κείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ εἴη δ’ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτὸς, ὁ ἡμέτερος σωτὴρ, ὃν καὶ οἶ ἀγνῶτες [*](4 Gen. 18, 23.)

v.3.p.325
σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις εἴη αὑτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὑτοῦ παρεδίδου γνώμην.

  • Ἀπὸ τῆς αὐτῆς.
  • Ὡς ὁ αὐτὸς προφήτης ἐπὶ τοῦ Ἰακὼβ σαφέστερον ἐμφαίνει τὸν δηλούμενον κύριον, ὃν δὴ καὶ θεὸν καὶ ἄγγελον ἀποκαλεῖ, τοῦ ἐπὶ πάντων θεοῦ προσειπὼν.

    “Καὶ ἐπορεύθη εἰς Χαρρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων, καὶ ἔθηκε πρὸς κεφαλῆς αὑτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἣν σὺ καθεύδεις ἐπ’ αὐτὴν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.