Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου ‟ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὑτοῦ καὶ τῷ οἴκῳ αὑτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν.”

Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δη- [*](5 Gen. 12, 7. 7 Gen. 17, 1. 14 Gen. 18, 1 20 Gen. 18, 17.)

v.3.p.324
Λάδη τὸν αὑτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ, οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος 5 ἑξῆς τοῖς προεκτεθεῖσι ποτνιᾶται λέγων ‟μὴ συναπολέσῃς δίκαιον μετ’ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον, ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς ὁ κρίνων πάσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν.”

Ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πάσαν τὴν γῆν. ἀλλ’ οὐδ’ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται, κρείττων δέ τις ἀγγέλου θεὸς καὶ κύριος πρὸς τῇ ἀναγεγραμμένῃ δρυὶ· μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου που σχήματι ὁραθείς.