Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οὐ γὰρ δὴ γεννητῶν πρῶτος ὁ ἐπὶ πάντων θεὸς, ἐπεὶ μηδ’ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ’ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γεννητῶν πρώτου χρηματί- [*](3 Es. 48. 12.)
ζητουμένου δὲ ἄρα κατὰ τὸ ‟αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” τίνι τὴν τῶν γεννητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται ὅτι τῷ φήσαντι ‟ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·” ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων ‟νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.’
εἴη δ’ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων ‟ ἐπειδὴ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν·’ κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’ αὐτοῦ ὀνόματι.