Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‟Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἆραι σπέρμα Χαλδαίων. ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα. ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με, καὶ ἀκούσατε ταῦτα. οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῆ λελάληκα. ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην. καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.
Ὅρα δὴ καὶ νῦν τίνα τρόπον ὁ φήσας “ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν.
πρῶτον δὲ αὐτὸν ὡς ἐν γεννητοῖς εὐσεβῶς βῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγέννητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον· ὅπερ οὐκ ἂν ἐπὶ τοὺ πατρὸς ἁρμόσειεν.