Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ’ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ’ ἔστι σώματι, ὃ δηλονότι δι’ ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι’ ὅλου τοῦ Ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. [*](6 Ps. 90, 9.)
Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου.
"οὑ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν ἱακὼβ,, ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν · ὀπίσω κυρίου πορεύσομαι.”
Ταῦτα καὶ διὰ τούτων ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ’ οὐ θεὸν εἶναι ὁμολογοῦντας, θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.
εἶτα θεὸν αὑτὸν εἰπὼν τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα αὑτοῦ δηλοῖ, ἐπιλέγων ὀπίσω κυρίου πορεύσομαι." τὸ δὲ “ οὐκ εἰσελεύσομαι εἰς πόλιν " ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησὶν “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ είσέλθητε.”