Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται,
Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός.
“ Ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”
Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ Ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησιν ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. σὺ γὰρ αὐτὸς, φησὶν, ἡ ἐμὴ ἐλπὶς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου· δι’ ὃν οὐ προσελεύσεται πρὸς σὲ κακὰ, πρὸς σὲ τὸν ἐμὸν κύριον, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.”