Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ Ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησιν ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. σὺ γὰρ αὐτὸς, φησὶν, ἡ ἐμὴ ἐλπὶς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου· δι’ ὃν οὐ προσελεύσεται πρὸς σὲ κακὰ, πρὸς σὲ τὸν ἐμὸν κύριον, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.”
κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ’ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ’ ἔστι σώματι, ὃ δηλονότι δι’ ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι’ ὅλου τοῦ Ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. [*](6 Ps. 90, 9.)
Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου.