Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται,

v.3.p.342
τοὐ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.

  • Ἀπὸ τοῦ ABBREV Ψαλμοῦ.
  • Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός.

    “ Ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”