Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι κυρίου, ἕτερον παρ’ ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μώσης, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ, προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου.”
τοῦτο γοῦν εἰρηκότος ἐξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς “καὶ κατέβη κύριος [*](1 Ex. 33, 17. 8 Ex. 34, 5.)π
v.3.p.336
ἐν νεφέλη, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου· οὔκουν αὐτὸς ὁ κύριος τὴν υποσχεσιν τὴν αὑτοῦ πληρώσων κάτεισι, καὶ ὥσπερ ὁ λόγος φησὶ, πρόεισι πρὸ προσώπου Μωσῇ.