Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εὕροις δ’ ἂν καὶ ἄλλα μυρία δι’ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι’ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμους ἐποιεῖτο.

[*](10 Ex. 20, 2.)
v.3.p.335

‟Καὶ εἶπε κύριος πρὸς Μωσῆν, καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπε Μωσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟καὶ κατέβη ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθε κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μώσης κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.”