Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὸν δὴ οὖν τοῦ μεγαλοδαίμονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· εἶπε γὰρ ‟ἐν τῇ ἰσχύι· ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.”
Αὗται αἰτοῦ θεομάχου φωναὶ ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρπάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου.
ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης ‟πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνε- [*](15 Es. 10, 13. 29 Es. 14, 12.)
Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαί- ἐμφαίνει, τὴν τοῦ δηλουμένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, τὸ τῆς ἐκ- πτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἀπάντων ἀπειλήσας θατέρᾳ ληπτοὺς τοῖς προβολίοις τοὺς ἀν- θρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι’ αὐτεξούσιον προαί- ρεσιν κεκτημένους.
ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειτ- τόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέ- ἄσιν ἐπὶ πὰν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κα- κατέσπα ψυχὰς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι’ ἐντἐ- ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.
ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχε, καὶ ἠφάνιζε τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπεί- λεῖ’ εἰπὼν ’^a(pslc5 ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας ^ καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσ- σιάν.”
ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατε- κράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάτ- τοντο· καὶ δῆτα δυνάμεσι χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπι-
ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ’ ἐπὶ τοῖς κατ’ οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι ‟ἐματατώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ έν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”
ὅτι δὲ κατὰ τὸ παλαίτατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾿ ἂν ἀπόδειξις ἡ τόν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τοὐτοις, οἱ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἒθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.
ὥρα δὴ οὖν καὶ ἀπονενεμῆσθαι ὧν τὰςφωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς [*](9 Rom. 1, 21.)
Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων, τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων, καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.
ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσι μίγνυσθαι, ἀγχόνῃ τε περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκρούς.
τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;
καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρε- [*](6 Es. 14, 14.)
λέγει δ’ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μώσεως ‟κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήοετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε, τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξετε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.
Εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει ‟μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις. ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ’ αὐτῆς.”
καὶ πάλιν φησὶν ‟ ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ [*](14 Levit. 18, 2. 23 Levit. 18, 24. 28 Deut. 18, 9.)
Τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μώσεως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα, διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.
ὡς δὲ τοῦ χρόνου προιόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἐβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν [*](26 Ps. 2, 7.)