Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταύτῃ δ’ οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας μυρίους, ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος· ἐπεὶ καὶ χρῆν ἔνα τὸν ἐπὶ πᾶσι καθ’ ὅλου νόμον, καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφςρὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσώζοιτο, κατά τε

v.3.p.222
τὴν ἀρετὴν, κατά τε τὴν δύναμιν, καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμὸν, πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γεννητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,

μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι’ οἰκείαν ἀσθἐ- νειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι’ ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγεννήτου καὶ ἀχωρήτου θεότητος, ἀυτὴ γε γεννητὴ οὔσα μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀιδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δή που εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων,

ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρη- μος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγάθων στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν, καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις, διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεως τε καὶ ὠφελείας ἐνχρῄζουσι τὰς ἡλίου μαρμαρυγὰς θεᾶν ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἴοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.

εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδένα τῶν ἐπὶ γῆς μεῖναι ἂν ἀδιάφθορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προβολῇ διαφθαρησομένων.

θᾶττον γοῦν καὶ τυφλοὺς

v.3.p.223
ἀπεργάσαιτ’ ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμοὺς βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δὲ ἀφορήτως ἔχουσι δι’ οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγής ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.

τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐρανὸς καὶ κόσμος; εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεως τε καὶ οὐσίας οὐδενὶ μέτεστι τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστἠσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γεννητόν ἀποπέσοι φύσις δι’ οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγεννήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύ- οὔσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι’ αὐτοῦ μετείληχε, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογι- κῆς φύσεως, δι’ ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεως τε καὶ συνεχείας, ᾗ καὶ κατ’ εἰκόνα αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.

ἀλλ’ ὁ μὲν τὴν εἰκόνα τὴν αὑτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ὑφίστησι κατ’ ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, [*](27 Gen. 1, 26. 27.)

v.3.p.224
ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς.

ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ, τὴν ἐναντίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον, μήτ’ ἔτι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν.

εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἶ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητὰς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὑτοῦ λόγον.

τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, αὐλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ιακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμενας.

Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μώσης ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων “ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.”

Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν

v.3.p.225
τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικαλουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησι διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τόν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῶ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραὴλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος.

ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς ἀγῶνα προβεβλημένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ’ εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἶος αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἐβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες ἀπόγονοι τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους.

τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστάτης ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρὸς, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω, ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γεννητῆς οὐσίας, τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγέννητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.

Οἶ’ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται ἄγγε- λοὶ καὶ ποιμένες τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ’ ἀναβαίνειν τοσοῦτον δι’ οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ’ οὐρανὸν προσέχειν

v.3.p.226
ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις.

ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω ὡς ἂν ἐν προθύροις τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. “τὰ γὰρ ἀόρατα αὐτοῦ,” ᾗ φησιν ὁ ἀπόστολος, “ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.”

καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μώσης μυσταγωγεῖ. τὸν γάρ τοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων εἴργει τῆς τῶν ὁρωμένων κατ’ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων ὅτι δὴ ταῦτα ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν.” διὰ τί δ’ ἀπονενεμῆσθαι ἔφησε συνιδεῖν ἀναγκαῖον.

πολυπλανοῦς ὑπαρχούσης ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας, ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου καθεστώσης, οὐκ ἄλλως εὖ εἶχε τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ’ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι.

δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περι- τραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδεδόσθαι, ἁμωσγέπως ἐνθένδε τῆς [*](7 Rom. 1, 20. 14 Deut. 4, 19.)

v.3.p.227
τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομενης.

Καὶ τὰ μὲν ὧδε διέκειτο τὰ δὲ τῆς τῆς πάλου καὶ ἀποστατικῆς δυνάμεως, εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασι, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκε παντοίαις κακίας μηχαναῖς ναῖς πᾶσι τοῖς ἔθνεσι καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα.