Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἠσαίου τοῦ προφήτου “κηρῦξαι αἰχμαλώτοις καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιῶν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης. ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστὸν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν [*](3 Ex. 6, 9. 24 Es. 61, 1.)

v.3.p.280
ἀληθείας δι’ αὑτῶν ἐπενηνεγμένους.

ἀλλ’ ὁ μὲ Ἀαρὼν, ὁ παρὰ Μωσεῖ Χριστὸς, τῆς παρὰ Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ’ ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ τῆς ἀπ’ Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σώζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο·

ὁ δ’ ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, δι’ οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεως τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανό- πολιν, τὴν ἀληθῶς Ἱερουσαλὴμ, σπεύδειν ἐδιδάχθημεν.

εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀληθείας δι’ ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν.

διό φησιν ὁ Ἠσαίας “οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.’ ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ [*](23 Es. 53, 4. 29 Jo. 1, 29.)

v.3.p.281
αὐτοῦ γράφων φησὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἔνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ.” καὶ “Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας του νόμου, γενόμενος ὕπερ ἤμων κατάρα.” ταῦτα δὴ οὑν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι’ ὧν φησιν‘‘ καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά.”

πλὴν ἀλλὰ ταῦτα ἀποθέμενος κατὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὴν ἀπὸ τῆς καθ’ ἡμὰς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται· οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ τῇ καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμὰς ἐκ τῆς ὑπ’ αὐτὸν αἰχμαλωσίας ῥυόμενος.

ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον καὶ δεύτερον, ὅτε κατὰ τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο.

ἐφ’ οἶς ἅπασι καὶ τὸν διάβολον καὶ τοὺς ὑπ’ αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμὰς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ. καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου. καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ [*](1 2. Cor. 5,21. 3 Gal. 3, 13.)

v.3.p.282
Θρόνου αὐτοῦ.”

Πρόσσχες δ’ οὖν ἐπιμελῶς τίνα Τρόπον νῦν μὲν πνευματικῶς περὶ τοῦ πάλαι λέγων Ίησοῦ, τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φηςὶ Τὸ “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ.” Σμικρὸν δὲ ὑποβὰς ὡς περὶ ἑτέρου ὂντος ἀνατολῆς, αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται “ἂκουε δὴ Ἰησοῦ, ὁ ἰερεὺς ὁ μέγας, σὺ καὶ οἱ πληςίον σου, διότι ἂνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἂγω τὸν δοῦλόν μου ἀνατολήν.” Εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἣξειν Μαξομένου, εἰκὼν ἂρα τοῦ μέλλοντος ἣξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς, ἀλλα καὶ ἀνατολὴ προσαγορευόμενος, εἲ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ “ἱδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ” ἐλέγετο.

εἰκότως οὖν τῆς εἰκόνος ἓνεκα καὶ οὗτος τῆς τοῦ Σωτῆρος προσηγορίας ἠξίωτο, ὣσπερ οὖν καὶ ἀνατολῆς, ἐπειδὴ σωτήριον θεοῦ εἰς τὴν Ἑλλάδα φωνὴν γὰρ παρ’ Ἐβραίοις σωτηρία, υἱὸς δὲ Ναυῆ παρὰ τοῖς Αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, Τοῦτ ἒστι θεοῦ σωτήριον. Εἰκότως εἲ που Θεοῦ σωήριον ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, Οὐδ’ ἂλλο τι ἢ τὸν Ἰγσοῦν κατὰ τὴν Ἑβραίων Φωνὴν πέπεισο δηλοῦσθαι.

Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες ἐπὶ τὰς ἐντελεςέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβηςόμεθα.

v.3.p.283

Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα· καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην θεοφιλέσιν,

αὗθίς τε φανησόμενον ἐν ἀνθρώποις δι’ ἀνθρώπου γενέσεως, καὶ παραπλησίας ἡμῖν σαρκὸς. αἴσχιστα πείσεσθαι προείρητο·) ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν, καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιὰς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ’ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ’ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.

Μαντεία καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν

v.3.p.284
εἶναι τὸ διαφέρον τῶν παρ’ Ἑβραίοις προφητῶν πρὸ τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν, οὕτω καὶ τοῖς ἄλλοις ἔθνεσι διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι.

μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀπάντων ἀνθρώπων· καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ’ ἐξ ἴσου προνοεῖν, ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ’ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πάσι κατασκευὴν ὁμοίαν, ἔνα τε γενέσεως τοῖς πᾶσι τρόπον καὶ φύσιν λογικῆς ψυχῆς μίαν.