Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος.

καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ’ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων ‟ μύρον ἐκκενωθὲν ὄνομά σου.

καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἣν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.

ποῖον δὲ ἂν· γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ Χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ’ ἂν γένοιτο οὔτ’ ἂν ὀνομασθείη Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ [*](19 Cant. Cant. 1, 2.)

v.3.p.276
τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.

Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὑτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γὰρ ‟ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μώσης κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασε Μώσης τὸν Ναυσὴν υἱὸν Ναυῆ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς.”

ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ’ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας εἰσάγει τὸν Ἀβραὰμ ἔπαθλον ἐπ’ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τι ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.

οὕτω δὲ καὶ τὴν Σαρὰν Σάρραν ἐπονομάσας, καὶ γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.

ἀλλ’ ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον πνεῦμα καλεῖ· οὐκ

v.3.p.277
ἄλλως αὐτὸν καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελιυτὴν, * * τῆς πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης, καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.

οὕτω μὲν δὴ Μώσης ὁ πάντων προφη- τῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασι τοὺς παρ’ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυ- σὶν ἄρχουσι καὶ ἡγεμόσι τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ’ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστὸν, τῷ δὲ Ναυσῇ, ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ, τὸν Ἰησοῦν ἀπονείμας.

τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰη- σοῦ Χριστοῦ κεκόσμητο προσηγορίαις.

  • Ἀπὸ τῆς Ἐξόδου.
  • Ὡς ὁ Μώσεως διάδοχος Ἰησοῦς, ἄγγελος ἐπικεκλημένος, καὶ τοῦ λαοῦ καθηγεῖσθαι μέλλων, τὸ ὄνουα τοῦ χρηματίζοντος Χριστοῦ ἐπιφέρεσθαι λέγεται.

    Ἴδου ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε. τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ.’

    ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάγειν [*](23 Ex. 23, 30.)

    v.3.p.278
    τὸν λαόν εις την γήν τής έπαγγελίας' εΐ δ9 αυτός ήν ό Ἰησούς, ουκ άλλος, πρόδηλον ως τούνομα το αυτού φησιν έπιτεθεΐσθαι αύτω.

    ού θαυμαστόν ου ν εΐ και άγγελον αυτόν αποκαλεί, ότε καϊ περϊ 'ΐωάννου άνθρωπου γεγονότος λέλεκται το "ιδού άποστίλλω τον άγγελο ν μου προ προσώπου Οου, ος κατασκευ- άζει την όδόν οου έμπροσθέν σου.”

    Ἀπὸ τοῦ Ζαχαρίου.

    Ὡς καὶ Ἰησοῦς ὁ τοῦ Ἱωςεδέκ ὁ ἱιρεῦς ὁ μέυας εἰκόνα καἰτ τύπον ἔφερεν τοῦ σωτῆρος ἡμῶν, ἐπιστρέφοντος ἐπὶ τὸν θεὸν τἠν πάλαι ἐπικρατἠσασαν τῶν ἀνθρωπείων ψυκῶν αἰχμαλωσίαν.

    “Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀυυέλου κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπῖτιμήσαι κύριος ἐν δοὶ, διάβολε, καὶ ἐπιπιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς τοὺς ἑστηκότας, πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱδοὺ ἀφῂρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλήν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.”

    Καὶ ἑξῆς ἐπιλέγει “ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέυας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι [*](13 Ζach. 3, 1.)

    v.3.p.279
    ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν.”

    καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων “καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ. καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.”

    Καὶ ὁ ἐν τῷ παρόντι προφήτης μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σώζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος.