Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ᾿ οὐδένατρόπον ἑτἐραντῆς ἑτέρας προυτίμησεν, τὰ πάντ εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης οὔποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἲη τὸ πάθος ψυχῆς.
μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρὰς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ
ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κερειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ’ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου.
ὅτι δὴ τοῦτ’ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας ‟ ὅρα ποιήσεις πάντα κατὰ τὸν τόπον τὸν δειχθέντα σοι ἐν τῷ ὅρει.” σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν τὴν διὰ τοῦ μύρου [*](28 Exod. 25, 40.)
ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχε διάνοιαν, τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον, καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσι δὲ σὺν τῷ εἷναι καὶ τὸ εὑ εἶναι δεδωρημένον, ἕν τοῦθ’ ὁ παρ’ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἀπάντων δημιουργὸν θεόν.
τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον πνεῦμα οἰκείῳ καὶ προσφυεῖ σθμβαλὸν παραδείγματι ἔλαιον θεοῦ προσαγορεύει· διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ.
ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ’ ὃ ὁ καρπος του φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρὰς ὅλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφὴ ‟ τοῦ πρόσωπον ἐν ἐλαίῳ.”
τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ὢ ἀπεκάλεσε. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦ- [*](21 Ps. 103, 15.)
Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπὶ τὸ αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγέννητος τοῦ παμβασι- λέως θεοῦ δύναμις καθ’ ὅ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἀπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται, καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταὐτῷ περιληπτικὴ τυγζάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῆσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσι