Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρὸν τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψάμενον ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, ἕτο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.
Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος τῆς θεότητος κατεπίνετο, καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον ἀπαρχὴν τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ’ αὐτῷ ζωῆς ἀιδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;
Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.
οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν
πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων.
ἄλλος μὲν οὖν ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες.
ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται.
διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.
ταῦτα