Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγαιερ Ἱερουσαλῂμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί [*](6 Mic. 8, 9. 30 Zach. 9, 9.)

v.3.p.90
δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολῶν γῆς.”

  • κθ΄. ᾿Απὸ τοῦ Μαλαχίου.
  • Παραίτησις τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς κατὰ τόν Μώσεως νόμον σωματικῆς αὐτῶν θρησκείας ἄρνησις, τῆς διὰ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι παραδοθείσης πνευματικῆς λατρείας.

    ‟Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.”

  • λ΄. ᾿Απὸ τοῦ Ἡσαίου.
  • Tοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσις λόγου τε θεοῦ, καὶ νόμου καινοῦ, οἴκου τε αὐτοῦ φανέρωσις, καὶ τῶν ἐθνῶν ἁπάντων εὐσεβείας δήλωσις.

    ‟Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμἐνη.” καὶ ἑξῆς ἐπιλέγει ῾πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;”

    καὶ ἐπὶ τούτοις ‟ἔσονται γὰρ ὡς τερέβινθος τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ [*](11. Mal. 1. 10. 23 Es. 1, 8. 21. 30.)

    v.3.p.91
    αἶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατα- καυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.”

    τούτοις ἅπασιν ἐπιλέγει καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῆ̣. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, ’μὸς, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ μέσον τῶν ἐθνῶν.”

  • λά. ᾿Απὸ τοῦ αὐτοῦ.
  • Καθαίρεσις τῆς δόξης τοῦ Ἰουδαίων λαοῦ, καὶ ἡ τῶν ἐθνῶν ἄπο τῆς εἰδωλολατρίας ἐπιστρόφη πρὸς ’τον τῶν ὀλῶν θέον τά τε περὶ τῆς ἐρημίας τῶν Ἰουδαικῶν πόλεων, καὶ περὶ τῆς εἰς τὸν θεὸν ἀπιστίας αὐτῶν.

    ‟Τάδε λέγει κύριος Σαβαὼθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.

    τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνη πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἶ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέδψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἶ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ [*](4 Es. 2, 2. 19 Es. 17, 5.)

    v.3.p.92
    δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ. ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἶ Εὐαῖοι ἀπὸ προσώ- που τῶν υἱῶν Ἰσραήλ.