Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῆ̣, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ’ ὑμὰς σκοποῦς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἥκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς.”

  • κε . ᾿Απὸ τοῦ αὐτοῦ
  • Τῆς τῶν ἐθνῶν εὐσεβείας δήλωσις καὶ τῆς τοῦ Ἰουδαίων ἔθνους δυσσεβείας κατηγορία. πρόρρησις δὲ τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μετελθόντων αὐτοὺς κακῶν.

    ‟Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἶ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια· εἰ ποιήσει ἑαυτῶ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί.

    διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται [*](9 Jer. 6, 16. 21 Jer. 16, 19.)

    v.3.p.88
    ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὕψιστά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι.

    καὶ κατασουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾑ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”

  • κς΄. ᾿Απὸ τοῦ Ἀμώς
  • Τὰ περὶ τῆς εἰς πάντα τὰ ἔθνη διασπορᾶς τοῦ Ἰουδαίων ἔθνους, καὶ περὶ τῆς ἀνανεώσεως τῆς Χριστοῦ παρουσίας καὶ βασιλείας, καὶ τῆς ἐπ’ αὐτῇ γεγενημένης τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως.

    ‟Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἶ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,

    καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ ἃ ἐπικέληται τὸ ὄνομά μου ἐπ’ αὐτὰ, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα.” [*](17 Amos 9, 9.)

    v.3.p.89
  • κζ΄. ᾿Απὸ τοῦ Μιχαίου.
  • Κατηγορία τῶν ἀρχῶν τῶν τοῦ Ἰουδαίων ἔθνους, καὶ δήλωσις Κατηγορία τῆς μητροπόλεως αὐτῶν, ἐπιφάνειά τε Χριστοῦ καὶ οἴκου θεοῦ τῆς ἐκκλησίας αὐτοῦ, λόγου τε καὶ νόμου πρόσοδος, καὶ τῶν ἐθνῶν ἁπάντων δήλωσις.

    7, ‟Ἀκούσατε δὴ ταῦταοἱ ἡγούμενοι οῖκου|Ἱακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἶ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἶ προφῆται αὑτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ’ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμὰς κακά.

    διὰ τοῦτο δι’ ὑμὰς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων· καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶ- μεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ, ὅτι ἐκ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.”

  • κή. ᾿Απὸ τοῦ Ζαχαρίου.
  • Δήλωσις περὶ χριστοῦ παρουσίας, καὶ τῆς τῶν Ἰουδαίων πολεμικῆς παρασκευῆς ὄλεθρος, ἐθνῶν τε εἰρήνη καὶ βασιλεία κυρίου μέχρι τῶν περάτων τῆς οἰκουμένης.