Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κατά τον Μάρχον καϊ οί παράγοντες έβλαόφημονν αύτόν, κινούντες τάς χεφαλάς αύτών χαϊ λέγοντες, ούαϊ 6 καταλύω ν τον ναόν, καϊ έν τρισϊν ήμέραις οικοδομών αύτόν, σώσον σεαυτόν, καϊκατάβηθιάπότού σταυρού, ομοίως καϊ οί αρχιερείς έμπαίζοντες είς αλλήλους μετά τών γραμματέων έλεγον, άλλους έσωσε ν, εαυτόν ού δύ- ναται σώσαι. ό Χριστός ό βασιλεύς τού 'Ισραήλ κατα- βάτω νύν άπο τού Οτανρού, ίνα ΐδωμεν καϊ πιΟτεύ- σωμεν αύτώ"

ταύτα γάρ τί αν διαφέροι τών έν τω Ψαλμώ προαναπεφωνημένων έν τω " έγώ δέ είμι σκώληξ, χαϊ ούκ άνθρωπος, όνειδος άνθρώπων καὶ έξουδένημα λαού. πάντες οί θεωρούντές με έξεμυ- κτηρισάν με, έλάλησαν έν χείλεσιν, έκίνησαν κεφα- λήν, ηλπισεν έπι κύριον, ρυσάσθω αύτόν, σωσάτω αύτόν, ότι θέλει αύτόν.”

καϊ μή θαυμάσης εί ταύτα κατά τό πάθος τού σωτήρος ημών εΐρητό τε καϊ πεπλήρωτο, οπότε εισέτι δεύρο παρά πάοιν άν- θρώποις τοΐς μηδέπω τήν είς αύτόν πίστιν άνειλη- φοσιν ὄνείδος ανθρωπων νενομιΟται. τί γάρ άν αΐσχιον καϊ παντός όνείδονς χείρον τού σταυρωθή- ναι; άλλά καϊ έξονδένημα λαού έστι τού έκ περιτομής, παντός αύτών τού έθνους εισέτι νύν καϊ σήμερον χλενάζειν καϊ έξουδενεΐν και καταπτύειν είωθότος αύτού' όθεν καϊ είκότως ό άπόστολος "ημείς δΐ κη- ρύσσομεν Χριστόν έστανρωμένον, "Ιουδαίους μϊν Οκάν- δαλον, έθνεσι δ\ μωρίαν."

καϊ τά εξής δε είρη- [*](1 επο. 23, 36. 5 μλγο. 15, 29. 28 1. οογ. 1, 23.)

v.3.p.673
μένα ἐν τῷ Ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὑτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λέγων πρὸς τὸς “ ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἷ σύ.”

τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γὰρ, φησὶ, γέγονάς μου βοη- θὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευα- σμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο · ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθῃ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις.

ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνε Γαβριὴλ, τῇ Μαρίᾳ εἰπὼν “ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.’ ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασε, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ [*](26 Luc. 1, 35.)

v.3.p.674
θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις.

καὶ τοῦτο γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε ἀπὸ μαστῶν μητρός μου τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος· μὴ ὢν γὰρ τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ’ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερὴς, ἄνετος δὲ καὶ ἀπόλυτος, οἶά σου τοῦ θεοῦ ἀμνὸς, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ ἀπὸ μαστῶν τῆς μητρός μου.

καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον‘ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ.·· ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἄτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν · οὕτως δὲ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς θεός μου ἦσθα, ὡς αἰσθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλιζαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι.

τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρὸν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος αὐθαίρετος [*](24 Luc. 1, 41.)

v.3.p.675
καὶ ἑκὼν “ γέγονα σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδἐνημα λαοῦ·” καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα ἐξεμυκτήρισάν με, τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν “ ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν.”

καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκε, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά με ἐκ γαστρὸς μητρός μου, ἐφ’ ὅν ἐπερρίφην ἐκ μήτρας, εἰς ὃν ἤλπισα ἀπὸ μαστῶν, τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι, καὶ γινωσκόμενον θεὸν, ἱκετεύω καὶ ἀντιβολῶ μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς.

μέλλει γὰρ, φησὶ, καὶ ὅσον οὔπω πάρεστι καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἶ υἱοὶ τῶν ἀνθρώπων · ἀλλὰ γὰρ ὁρῶ τὴν μετὰ τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον, καὶ τὴν εἰς Ἅιδου κατάβασιν πλη- σιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρόν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.

πῶς γὰρ οὐχ ὑπερβάλλουσα ἢν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ οὐκ ἔστιν ὁ βοηθῶν; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν Ἅιδου ψυχῶν παρῄει ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ

v.3.p.676
περιμενονσών, καϊ κάτσει γε θύρας χαλκάς συντρί- ψων, καϊ μοχλούς σιδηρούς ουνθλάσων, και τους πρϊν δεομίονς Αιδου έλευθέρους άνήσων' ο και γέγο- νεν, οτε πολλά σώματα τών κεκοιμημένων αγίων άνα- στάντα ουνεισηλθον αύτώ είς τήν άληθώς άγίαν τον θεού πόλιν'