Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Τούτοις ἑξῆς ἐπιλέγει “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.” ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος “ ὁ [*](11 lo. 10, 18.)
οὗτος δὲ ἦν ὁ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ’ ὃν, εἰ καί τινι ἄλλῳ, καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη “ ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.”
λέγοιτο δ’ ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς, νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγε, μὴ οἷόν τε ἐστὶν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούε- σθαι, βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν ‘ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις.”
εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων, ἀλλ’ ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτὸν, ἐρωτηματικῶς φησιν ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;’ ὑποστιζόντων ἡμῶν ἐν τῷ “ οὐκ εἰσακούσῃ” καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι.
τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προιὼν ἐξῆς ἐν τῷ Ψαλμῷ, [*](9 2. Cor. 6, 2. 20 Jo. 11, 39.)
οὐ γὰρ εἰς ἄνοιαν, φησὶν, ἐμοὶ λέγεται τὸ εἰσακούσῃ· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν, ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς ἐν τοῖς ἁγίοις σου κατοικεῖς, καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, Ἰσραὴλ προσαγορευομένου, ἔπαινος.
διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται ἔπαινος, καὶ ἐπὶ σοὶ οἶ πατέρες ἡμῶν ἤλπισαν, καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων αὐτοῖς κακῶν ἐρρύσθησαν καὶ πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν. ἐπὶ σοί τε ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.”
ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθσαν καὶ οὐ κατῃσχύνθησαν, πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι, κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; ἀλλ’ οὐκ εἰς ἄνοιαν ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ’ ὡς ταπεινοφρονῶν.
ἐπεὶ γὰρ πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, , οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζων. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ’
διὸ καὶ γέγονα ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένημα λαοῦ, οὐκ ἂν γενόμενος οὔτε ὄνειδος ἀνθρώπων οὔτε ἐξουδένημα, εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον‘‘ ἐξεμυκτήρισαν, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν τε κεφαλὴν λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.’
ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ Ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς κροῖς ποθ’ ὕστερον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς ἐκ δεξιῶν καὶ ἑνὸς ἐξ εὐωνύμων τοῦ σωτῆρος, “ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτὸν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοὐ σταυροῦ.
ὁμοίως δὲ καὶ οἶ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεὸν, ῥυσάσθω νῦν αὐτὸν, εἰ θέλει αὐτόν. εἶπε γὰρ ὅτι υἱὸς θεοῦ εἰμί. ” κατὰ δὲ [*](20 Matth. 27, 39.)