Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. οἶ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν. φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι

v.3.p.660
με πρὸς αὐτὸν εἰσήκουσέ μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.

φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν.

ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα τοὐ αἰῶνος, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τόν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἶ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. άναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.

Τὸ “ ὁ θεός μου πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με ἐν ἀρχαῖς τοῦ Ψαλμοῦ λεγόμενον κατὰ τὸν Ματθαῖον ὑπὸ τοῦ σωτῆρος ἡμῶν παρὰ τὸν τοῦ πάθους καιρὸν οὕτως εἴρηται “ γενομένης δὲ ὥρας ἵκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἴως ὥρας ἐνάτης, καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἱνατί ἐγκατέλιπές με; εἴληπται δὲ ἡ Ἑβραικὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας.

αὐταῖς γοῦν συλλαβαῖς τὸ “ ἠλεὶ ἤλει λαμὰ σαβαχθανί” ἡ τοὐ Ψαλμοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον “ ἰσχυρέ μου, ἰσχυρέ μου, ἱνατί ἐγκατέλιπές με;” ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν [*](20 Matth. 27, 46.)

v.3.p.661
εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν.

ὥρα τοιγαροῦν ἀναμφιλόγως τὸν ηr·αλμὸν οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ’ ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντι- κρυς γοῦν ἐπ’ αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀπο- δείκνυται καὶ δὴ καὶ τὸ φάσκον έν τῷ η·ἴαλμῷ‘‘ διε- μερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὁνἶματισμόν μου ἔβαλον κλῆρον.”

καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τόν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυ- ῥοῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέ- λέγων “ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου.’ καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρ- μόσαι αὐτῷ, ὡς προιὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ’ ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρ- μόζειν τὰ ἀναγεγραμμένα.

τίνι γὰρ τῶν πώποτε κυοφορουμένων ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνά- μεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν, καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὑτοῦ τὴν ἐλπίδα, ὥστ’ ἂν εἰπεῖν ‘‘ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.’

τίς δὲ τοιοῦτος θεῷ μεμελη- μένος ’ ὄνειδος ἀνθρώπων γέγονε καὶ ἐξουδένημα λαοῦ;” ὑπὸ τίνων δὲ καὶ ποδαπῶν μόσχων καὶ ταύ- ρων χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι ; τί δὲ παθὼν ὁ δηλούμενος ὡσεὶ ὕδωρ ἐξεχύθη;” καὶ πῶς, διε- σκορπισθῇ αὐτοῦ τὰ ὀστᾶ; πῶς δὲ‘ εἰςχοῦν θανάτου κατήχθη,” καὶ καταχθεὶς εἰς χοῦν θανάτου τὰ τοι- αὐτὰ λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ κύ-

v.3.p.662
νες οἶ κυκλώσαντες αὐτὸν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους ; ποία δὲ συναγωγὴ πονηρευομένων τὰς χεῖρας οὐ μόνον, ἀλλὰ καὶ τοὺς πόδας τοῦ τηλικούτου ὤρυξαν, ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ ῥομφαία καὶ ὁ κύων καὶ ὁ λέων ; τίνες δὲ οἶ λεγόμενοι μονοκέρωτες, τὸν δηλούμενον περιέχοντες, πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ εἰς χοῦν θανάτου καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοὺ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ ἀδελφοϊς; τίνες τε οἶ ἀδελφοὶ, τίς τε ἡ ἐκκλησία, περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν “ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε;” οἷς καὶ ἐπιλέγει “ ὡς ἄρα οὐχ ἕν τὸ Ἰουδαίων ἔθνος, πάντα δὲ τὰ πέρατα τῆς γῆς συναισθήσονται, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν;” καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ Ψαλμοῦ θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα.

ἀλλ’ οὐκ ἂν εὕροις ἑτέρῳ τῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ Ψαλμοῦ φωνὴν, ὡς ἐμαρτύρησαν οἶ εὐαγγελισταί· ὁ Ματθαῖος δι’ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι’ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων “ γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλης τῆς γῆς ἴως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰη- σοῦς φωνῇ μεγάλῃ λέγων, ἤλει ἤλει λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, [*](29 Marc. 15, 33.)

v.3.p.663
εἰς τί ἐγκατέλιπές με ; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ.”

Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ Ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν “ εἰς τὸ τέλος,” ἢ κατὰ τὸν Ἀκύλαν τῷ νικοποιῷ,” ἢ κατὰ τὸν Σύμμαχον‘‘ ἐπινίκιος ὑπὲρ τῆς ἀντιλήψεως. ”

ταῦθ’ ἡμὰς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἶ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν ‘‘σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἴως ὥρας ἐνάτης, ” ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκε τὴν μεγάλην τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπὼν, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ’ μφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι.