Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἥτις ἦν ἀντίληψις τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνοντος αὐτὸν, ἀμφὶ τὴν ἔω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται.
ὁ γοῦν Λουκᾶς φησι “ τῇ δὲ μιᾷ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ” δηλονότι αἶ γυναῖκες, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου. εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα, διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.”
τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων καὶ λίαν πρωὶ· τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, μεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτὰς, τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα.” ἔρχονται, καὶ [*](21 Luc. 24, 1. 27 Marc. 16, 2.)
καὶ ὁ Ματθαῖος δὲ, εἰ καὶ “ὀψὲ σαββάτων εἴρηκεν, ἀλλ᾿ ἐπιφέρει λέγων “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθε Μαρία ἡ Μαγδαηλνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ιδοὺ σεισμὸς ἐγέγετο μέγας.
ἄγγελος γὰρ κυρίου καταβάς ἐξ οὐρανοῦ προσελθῶν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου.” ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ Ψαλμῷ προφητευομένης ἑωθινῆς ἀντιλήψεως.
ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν ξατέληξεν ἡ κατ᾿ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, τέλος δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ ἡ ἀντίληψις ἡ ἑωθινὴ, εἰκότως ὁ λόγος τῷ παραδόξῳ τέλει τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ τέλους παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάεως καὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἕνεκεν γενομένων.
εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ “ὁ θεὸς ὁ θεός μου πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με” καὶ ἑξῆς ἐπαγαγὼν τὸ “ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ,” καὶ ἔτι προσθεὶς τὸ “περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με,” καὶ σαφῶς τὸν σαφῶς τὸν θάνατον αὑτοῦ προμαρτυρόμενος διὰ τὸ “εἰς χοῦν θανάτου κατήγαγές; με, ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονη- [*](4 Jo. 20, 4. 7 Matth. 28, 1. )
ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπὼν οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ’ ἐπιλέγει οἶ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτὸν, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου.
πῶς δ’ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγε τὸ “ εἰς χοῦν θανάτου κατήγαγές με. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου;”
ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου,” σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὑτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ τὴν ἑωθινὴν ἀντίληψιν, ἣν ἑξῆς προι·ὼν ὁ Ψαλμὸς παρέστησεν εἰπὼν “ σὺ δὲ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες.’ ποίαν δὴ ἀντίληψιν ἀλλ’ ἢ ἣν καὶ ἡ προγραφὴ τοῦ Ψαλμοῦ ᾐνίττετο;
Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ Ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ “ ἤλει λαμὰ σαβαχθανί,” εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς Ἐβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρὸν, κείμενον δὲ καὶ ἐν τῷ Ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ’ Ἑβραίοις · ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται.
καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις