Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὑτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἀγίων αὑτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευ μάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὑτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι “ προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.”
κατὰ δὲ τὴν ἡμέραν ἐκείνην, οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν ‘‘ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης.” διό φησιν ἡ προφητεία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς. ” καὶ πάλιν “ καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται ”
δι’ ὧν λευκότατα ἡγοῦμαι τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης νὺξ ἀπὸ ὥρας ἕκτης τὸ περιέχον συνέσχε μέχρι τῆς ἐνάτης, μεθ’ ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ’ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων “ καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡ μέρα καὶ οὐ νὺξ τὸ πρὸς ἐσπέραν ἔσται φῶς.”