Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἅπερ ἅπαντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν τὴν κατὰ τοῦ Χριστοῦ γεγενημένην ἔσεσθαι προφητεθέντα ·ἐναργῆ τὴν ἔκβασιν τῆς προρρήσεως ἀπεδείξατο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν.

οὐ πρότερον γοῦν, ἀλλ’ ἐξ ἐκείνου καὶ εἰς δεῦρο μετέστρεψεν αὐτῶν ὁ θεὸς τἀς ἑορτὰς εἰς πένθος καὶ τὰς ᾠδὰς εἰς θρῆνον, τῆς περιβοήτου μητροπόλεως ἀποστερήσας αὐτοὺς, καὶ τὸ ἐν αὐτῇ σεμνὸν ἁγίασμα κατὰ τὴν ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατόρων ἡγεμονίαν καθελὼν, ὡς μηδὲ ἐλθόντας δύνασθαι ἐπ’ αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου πάντας αὐτοὺς μετῆλθεν, ἀνθ’ ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν αὐτὸν ἀρνησάμενοι, καὶ ἀπαρνηθέντες ὑπ’ αὐτοῦ;

  • Ἀπὸ τοῦ Ζαχαρίου.
  • “ Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάν τες οἱ ἅγιοι μετ’ αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ [*](23 Zach. U, 6.)

    v.3.p.656
    αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἠμὶ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἒν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”