Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶ “ καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν ·” ὁ δὲ Σύμμαχος “ καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς ·” ὁ δὲ Θεοδοτίων καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει ἐπιλέγων “ καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ.” ἀνθ’ οὖ πάλιν ὁ Ἀκύλας Ακύλας “ καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί·

ὁ δὲ Σύμμαχος “ καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί. ὅμοιον δὲ τῷ καὶ γὰρ αἶ ψυχαὶ αὐτόν ἐπωρύοντο ἐπ’ ἐμέ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ τὸ “ ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς, ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὑτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;”

εἰκότως οὖν διὰ ταῦτα ἐξῆς ἐπιφέρει λέγων “ καὶ εἶπα, οὐ [*](25 Jer. 12, 7.)

v.3.p.651
ποιμανῶ ὑμὰς, τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ.” μεθ’ ἃ ἐπιλέγει “ καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτήν.”

ἀνθ’ οὗ ὁ Ἀκύλας ‘καὶ ἔλαβον” φησὶν ‘τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν,” δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος ἡ ἐν ἀρχαῖς τοῦ λόγου πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.

ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη εἰς τὸν οἶκον κυρίου ὡς εἰς χωνευτήριον, τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδὴ, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ “ καὶ ἀπέρριψα τὴν ῥόβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ. ”

καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἐξῆς οὐκέτ’ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν, ἀλλὰ τοὺς Χαναναίους, λέγων “ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστί.’

τίνες δ’ ἂν εἶεν οἶ Χαναναῖοι ἀλλ’ ἢ ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἀπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἱ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.

v.3.p.652
  • Ἀπὸ τοῦ Ἱερεμίου.
  • “ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ἡμῶν. ἡνίκα ἀναμνησθῶσιν οἶ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὑτῶν, καὶ τὰ ἄλση αὑτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”

    Εἰ καὶ μὴ παρὰ τοῖς ὁ, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραικῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομῇκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδα δηλοῦντα, καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ “ ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ.