Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅθεν ὁ Ἀκύλας “ἔρριψα” φήσας "ro ἀργύριον ἐν τῷ οἴκῳ κυρίου πρὸς τὸν πλάστην” σαφῶς διδάσκει ὡς τοῦ λόγου τοῦ θείου δίκην πλάστου κατοικοῦντος εἰς τὸν οἶκον κυ- ῥίου, καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσ- ἰόντων ψυχάς. πλὴν ἀλλ’ ἐπείπερ ἡ τιμὴ τοὐ τετι- μημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ‘ καὶ ἀπέρ- ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐ- τοὺς ἐπισκοπῆς τοῦ θεοῦ. δευτέραν δὲ ῥάβδον ἡγοῦ- ’μαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦ- σθαι. καλεῖ δ’ οὖν αὐτὴν σχοίνισμα, λέγων τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί- νισμα.” καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας φά- σκων ‘καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

οὗτοι γὰρ ἦσαν τὸ σχοίνισμα καὶ ἡ ῥάβδος ἡ δευτέρα. ἡ δὲ προτέρα κάλ- λος ὠνομασμένη οὐδ’ ἄλλη γένοιτο ἂν τῆς Ἰερουσαλὴμ αὐτῆς, καὶ τῆς κατὰ Μωσέα λατρείας, ἁπάσης τε τῆς παλαιᾶς διαθήκης.

καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρί- σταται τῆς προφητείας φησάσης ‘καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ ’ διασκεδάσαι τὴν διαθήκην μου. “ ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὑτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώ- τὴν, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα, πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί-

v.3.p.649
νισμα.

ἀνθ’ ὧν ὁ μὲν Ἀκύλας φησὶ τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοί- νισμα·” ὁ δὲ Σύμμαχος "ri^v μὲν ἐκάλεσα εὐπρέ- πειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα.” τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν εἰκότως.

τά τε γὰρ σεμνὰ τῆς 7ερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρε- πὴς ὑπῆρχε τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοί- νισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται λέγοντι, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.”

ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιὰς διαθήκης, καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοὐ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησο- μένου, ἐπὰν τὴν τιμὴν τοῦ τετιμημένου τριάκοντα ἀργυρίωντιμησάμενοι τῆς σφῶν δυσσεβείαςτὴν προσ- προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν.

λέγει δ’ οὖν καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου.” καὶ πάλιν καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα.” ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ ‘καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφή- του, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο.”

ἀλλ’ ἐπειδὴ διαστροφὴν καὶ οἶ τρεῖς οὗτοι πεπόνθασι ποι-

v.3.p.650
μένες καθ’ ἕνα καιρὸν τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν, ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός φυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους · ὅ τε ἀρχιερεὺς ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, , οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει· ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαὸν) εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ’ ἕνα καιρὸν ἀπειλεῖ λέγων “ καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. ”