Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε ‘‘προσελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε ἐφ’ ᾧ πάρει;” καὶ πάλιν “Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;” τούτων δ’ οὖν ἕνεκα προλαβὼν διὰ τοῦ Ψαλμοῦ φησιν ‘‘ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.” ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει
λέγει δ’ οὖν τὸ εὐαγγέλιον ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν “ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.”
οἷς καὶ εἶπεν ὁ κύριος “ ὡς ἐπὶ λῃστὴν ἐξήλθετε, μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν.” ἔτι δέ φησιν ἐν τῷ Ψαλμῷ ‘‘ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην.”
τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρὶ, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν τὸν παρεσκευασμένων ‘‘κακὰ δὲ εἰς αὐτὸν ἔθεντο [*](12 Matth. 26, 47. 16 Matth. 26, 55.)