Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀνθ’ ὧν ἐπειδήπερ κακὰ ἀντὶ ἀγαθῶν ἔθεντο κατ’ αὐτοῦ καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ, εἰκότως ἐπιλέγει “ κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.”
ἃ καὶ αὐτὰ ὁποίαν εἴληφε τὴν ἔκβασιν ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν ἐπ’ αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστι συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἠγούμενος ἁμαρτωλὸς, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι.
τίς δ’ οὐκ ἂν θαυμάσειε τῆς προρρήσεως τὸ ἀποτέλεσμα; φήσαντος τος γὰρ τοῦ λόγου “ γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι” σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος, καθ’ ὃν ἔδοξαν διαμένειν, μεθ’ ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ’ ᾗ καὶ τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος, ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός.
καὶ τὰ λοιπὰ δὲ τοῦ Ψαλμοῦαὐτοῖς τούτοις καταλλήλως νοήσεις · τὰ δὲ ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα ἐν τῷ “ γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί,’ καὶ τὰ παραπλήσια, ἀνάγοιτ’ ἂν καὶ ἐπ’ αὐτὸν μὲν προηγουμένως