Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἐξιὼν δὲ μετὰ πλειόνων ὁμοθυμαδὸν καὶ ἐπὶ τὸ αὐτὸ κατελάλει, τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσι λεληθότως περὶ ἑτέρων, οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ’ οἶς παραδώσειν [*](3 Marc. 14, 10. 7 Luc. 22, 3.)
λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ.” ἔοικε δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων λόγον παράνομον διὰ τῆς προφητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ’ αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον, καὶ μηκέτ’ ἐν ζῶσιν ἐξετασθησομένου.
τοιοῦτον γάρ ἐστι τὸ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι ’ ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν εἰπὼν “ καὶ πεσὼν οὐκέτ’ ἀναστήσεται.” ὁ δὲ Ἀκύλας φησὶν “καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι.· καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ, ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθῃτευθέντος αὐτῷ, ἐξῆς ἐπιφέρει λέγων “ καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.”
ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος “ καὶ ἄνθρωπος” φησὶν “ ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου. ” χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος.
ἀλλ’ ἐπειδήπερ ἐπιβουλεύοντες οἶ ἐχθροὶ ἔλεγον “ πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;” ᾤοντό τε κοιμηθέντα μηκέτ’ ἀναστήσεσθαι, στήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησὶ “ σὺ δὲ,
καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθε τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε ὁ ἐχθρὸς αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπο- νειδίζοντας εἰπεῖν “ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος ; ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφορὰς, αἷς εἰκότως περιπεπτώκασι τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες.
καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν· τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξε τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατὴρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων “ ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί.” τούτοις ἐπιλέγει “ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου.”
καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὑτοῦ τὴν εὐχὴν ἀναπέμπων ἐπὶ τοσαύτῃ τεθάρρηκε παρρησίᾳ ὡς ἀκακίαν ἑαυτῷ μαρτυρεῖν, τυρεῖν, καίτοι ἀνωτέρω φήσας‘‘ ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ἀλλὰ τὸ μὲν ἥμαρτόν σοι ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστρον παρέστησεν εἰπὼν “ ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, ὃ καὶ αὐτὸ λέγοιτ’ ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ [*](8 1 Cor. 15, 55.)
τὸ δὲ “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου” τὴν δι’ ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησι, δι’ ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων ἐπιλέγει καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα·” ἢ “ καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος” κατὰ τὸν Σύμμαχον.
“ Ἐνώτισαι ὁ θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος καὶ τὰ ἑξῆς.
οἷς “καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ · σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.”
[*](10 Ps. 54, 1.)