Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διὸ λέλεκται “ καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν” καὶ “ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει.”

γέγονε γοῦν ὑπὲρ ἡμῶν κατάρα ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὃν καὶ μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὑτὸν, “ ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.” ἀλλ’ ἐπεὶ καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, εἰκότως προφέρεται τὰ ἐκκείμενα

ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑπο- [*](15 2 Cor. 5, 21.)

v.3.p.628
καταβὰς ἐν αὐτῷ τῷ Ψαλμῷ ἐπιφέρει λέγων “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,” σαφῶς τὸ ἀπειρόκακον τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν, ἢ καθ’ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα, κατὰ τὸν ἀπόστολον φήσαντα “ὑμεῖς δὲ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους;”

καὶ καθ’ ὃ πάσχοντος ἑνὸς μέλους συμπάσχει πάντα τὰ μέλη, οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους, (ἐπειδήπερ εὐδόκησε θεοῦ λόγος ὢν μορφὴν δούλου λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους.

οὐ μόνον δὲ ταῦτα πράξας ὁ ἀμνὸς τοῦ θεοῦ, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχὼν ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν, ἀλλ’ ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλεμμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς αὑτὸν μετατιθεὶς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ’ ἑαυτὸν ἑλκύσας, γενόμενος ὑπὲρ ἡμῶν κατάρα · καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχου; διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον “ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὑτῷ, καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος, φησὶν “ ἐγὼ εἶπα, κύριε ἐλέη- [*](6 1. Cor. 12, 27. 27 Es. 53, 5, 6.)

v.3.p.629
σόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.”

ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ δυνάμεις δυνάμεις τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι’ οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴνπᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἴεσθαι ὺπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ.

τοῦτο δὴ οὖν αὐτὸ διελέγχει φάσκων “ οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;” ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν πειράζοντες ὅπως αὐτὸν παγιδεύσωσιν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ’ αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτ’ ὢν ἕνεκα ἐπιλέγει “καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ.”

ἐξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην, ἐπειδὴ συνέβαιβεν μεθ’ ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας μηκέτ’ ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθη- μάτων διδασκαλίαν, μηδ’ ὡς παρὰ διδάσκαλον φοιτπᾶν, μηδ’ ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ’ ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν, ὅτε δέοι ἐπιθέσθαι αὐτῷ

τοῦτο δ’ οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησι “ τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἷπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν ; οἶ δὲ ἔστη- [*](14 Matth. 22, 15. 27 Matth. 26, 14.)

v.3.p.630
σαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ” ὁ δὲ Μάρκος “καὶ Ἰούδας ὁ Ἰσκαριώτης εἰς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἔνα αὐτὸν παραδῷ αὐτοῖς.

οἶ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ.” ὁ δὲ Λουκᾶς γράφει λέγων‘‘ εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἔνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.”

ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει “ καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου.

ὁ γοῦν Σύμμαχος εἰσερχόμενος φησὶν “ἐπισκοπῆσαι, μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροιζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. λάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἶ μισοῦντές με.” μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύ- πτων τὴν ἐπιβουλήν.