Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοπιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ‘ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ [*](6 Levit. 5, 2. 27 Levit. 5, 15.)
Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων “ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”
Ἤδη δὲ ἕβδομόν φησι ‘ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον.”
Ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ.
Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— [*](10 Levit. 6, 2.)
ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον c ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλο- γίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων “ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”
Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν ‘Αβραὰμ εὐλο- γίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν ;
ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ [*](12 Deut. 27, 26. Gal. 3, 10.)
Οὐ γὰρ τὰ Μώσεως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ’ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ’ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἶ αὐτοῦ μαθηταὶ καὶ οἶ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μώσεως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ’ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος “νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἶ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;”
Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ’ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἀπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τόν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς.”
Καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστὸν, ἐξ Ἰουδαίων προελθόντα, πάντων τῶν ἐθνῶν ὢ [*]( Matth. 28, 19. 15 Act. 15, 10. 24 Dent. 18, 18.)
Ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ’ Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσ- πιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρ- ξάντων δηλοῖ λέγων ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”
Ποῖα δὲ προσδοκία ἦν ἀλλ’ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν εὐλογηθήσεσθαι ἐν αὐτό πάντα τὰ ἔθνη τῆς γῆς; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μώσης ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν 'Αβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου.
οὗτος δ’ ἄρα ἦν, ὅν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶνκυριεύσειν προμαρτυρόμενος εὐηγ- γελίζετο.
Διὰ δὴ οὖν ταῦτα ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας τὰς παρ’ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μώσης περὶ τοῦ μετ’ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, , ἀλλὰ καὶ οἱ μετ’ αἰτὸν προφῆται συλλήβ- [*](1 Nnm. 24, 5. 12 Gen. 49, 10.)