Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, [*](1 Deut. 12, 11. 5 Deut. 5, 13. 10 Deut. 5, 17. 20 Deut. 12, 26. 24 Deut. 14, 22.)

v.3.p.18
ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον

“ ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων “ πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις c κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.”

Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ | περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ’ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν “ φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν.”

καὶπάλιν ὑπομιμνήσκει λέγων “ οὐ δυνήσῃ θῦσαιτὸ [*](4 Deut. 14, 24. 17 Deiit. 15, 19. 27 Deut. 16, 1. 30 Deut. 16, 5.)

v.3.p.19
πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”

Ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος· ὁ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον ‘’ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθ’ ὅτι εὐλόγηκέν σε κύριος ὁ θεός σου.

καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὑτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ τοῦ ἐκεῖ.

καὶ τὴν τρίτην δ’ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον “ τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ.”

Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενὶ καὶ πανοικὶ, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι ; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ [*](8 Dent. 16, 9. 21 Dent. 16, 13.)

v.3.p.20
νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων “ ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ c πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι ἀυτὰ.

Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μώσεως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ’ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει.

ὧν ὁ μὲν οὕτως ἔχει “ ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάξουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος.”

Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων “ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”

Τοῦτο δ’ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπειπὼν ‘ ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς.”

Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα [*](3 Deut. 27, 26. 12 Levit. 4, 28. 30 Levit. 5, 1.)

v.3.p.21
“ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.”

Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;

καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.”

Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;