De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

καὶ δὴ μετὰ τοσαῦτα θαρσαλεωτάτην ἔνστασιν καὶ ἐπ’ αὐτῶν τῶν ἡγεμονικῶν βημάτων ἐνδειξαμένην ζῶσαν πυρὶ παραδίδωσιν ὁ δικαστὴς, ὃς καὶ τὸ ἀπάνθρωπον ἐπιτείνας τὴν κατὰ τῶν θεοσεβῶν λύτταν πέρα τῶν τῆς φύσεως προῄει θεσμῶν, οὐδὲ ταφῆς αἰδούμενος ἀψύχοις φθονῆσαι τοῖς τῶν ἱερῶν ἀνδρῶν σώμασι.

v.4.p.404

νύκτωρ δ’ οὖν ἐπιμελῶς καὶ μεθ’ ἡμέραν ὑπαίθρους θηρσὶν εἰς βορὰν τοὺς νεκροὺς φυλάττεσθαι προστάττει. καὶ παρῆν ὁρᾶν ἐπὶ πλείοσιν ἡμέραις οὐκ ὀλίγον ἀνδρῶν ἀριθμὸν τῇ θηριώδει ταύτῃ καὶ βαρβάρῳ βουλῆ διακονουμένων. ἀλλ’ οἶ μὲν ἐξ ἐπόπτου, οἶόν τι σπουδῆς ἄξιον, ὡς μὴ οἶ νεκροὶ κλαπεῖεν, ἐπεσκόπουν, θῆρες δὲ ἄγριοι καὶ κύνες, οἰωνῶν τε τὰ σαρκοβόρα τὰ βρότεια μέλη ὧδε κἀκεῖσε ἐσπάραττον.

καὶ ἡ πᾶσά γε μὴν ἐν κύκλῳ πόλις σπλάγχνων καὶ ὀστέων ἀνθρωπείων διεστόρνυτο, ὡς μηδέ τι πώποτε δεινότερον μηδ’ αὐτοῖς, ὅσοι πρότερον ἀπεχθῶς εἶχον πρὸς ἡμᾶς, φανῆναι φρικωδέστερον, οὐχ οὕτω τὴν συμφορὰν εἰς οὓς ἐπράττετο ταῦτα, ὡς ἐπὶ τῇ σφῶν αὐτῶν καὶ τῆς κοινῆς ἁπάντων ὕβρει φύσεως ἀπολοφυρομένων.